Ancient Greek
1.405.3
Democritus, Testimonia 1.405.3
Unproofread scanNot analysed yet
10b. [VI 3] ΠΕΡΙ ΛΟΓΙΚΩΝ ἢ ΚΑΝΩΝ ἈΒΓ. 11. Sext. VII 138 [nach B 8] ἐν δὲ τοῖς Κανόσι δύο φησιν εἶναι γνώσεις τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσμαρτυρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανεῖς. (139) λέγει δὲ κατὰ λέξιν· ἁγνώμης δὲ δύο εἰσιν ἰδέαι. ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα. ὄψις, ἀκοή, ὀδμή, γεῦσις, ψαῦσις. ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης. εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ὅταν ἡ σκοτίη μηκέτι δύνῃται μήτε ὁρῆν ἐπ’ ἐλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον <δέηι ζητεῖν, τότε ἐπιγίνεται ἡ γνησίη ἄτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον>.