Ancient Greek
1.414.3
Democritus, Testimonia 1.414.3
Unproofread scanNot analysed yet
34. David Prol. 38, 14 Busse καὶ ὥσπερ ἐν τῷ παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεία, τὰ δὲ καὶ ἄρχοντα καὶ ἄρχόμενα οἷον τὰ ἀνθρώπεια (ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρχουσι τῶν ἀλόγων ζώων), τὰ δὲ μόνως ἄρχόμενα ὡς τὰ ἄλογα ζῷα, τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ ἀνθρώπῳ μικρῷ κόσμῳ ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται. καὶ τὰ μὲν μόνως ἄρχουσιν, ὥσπερ ὁ λόγος. τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν ὡς ὁ θυμός. . . τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. Gal. III 241 ἀλλὰ καὶ τὸ ζῷον οἷον μικρόν τινα κόσμον εἶναι φασιν ἄνδρες παλαιοὶ περὶ φύσεως ἱκανοί. Vgl. B 165 und Arist. phys. Θ 2. 252ᵇ 26.