Ancient Greek
1.431.1
Democritus, Testimonia 1.431.1
Unproofread scanNot analysed yet
καὶ ἐπὶ τῶν ἀψύχων, καθάπερ ὁρᾶν παρέστιν ἐπὶ τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ δὲ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν, ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμῆκεις ψηφίδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται, αἱ δὲ περιφερεῖς ταῖς περιφερεσίςν ὡς ἂν συναγωγὸν τι ἔχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητος'. ἀλλ' ὁ μὲν Δ. οὕτως. [Vgl. A 128].