Ancient Greek
1.443.1
Democritus, Testimonia 1.443.1
Unproofread scanNot analysed yet
235. [53 N.] ——35 [vgl. III 6,65] Δ—ου. ὅσοι ἀπὸ γαστρὸς τὰς ἡδονὰς ποιοῦνται ὑπερβεβληκότες τὸν καιρὸν ἐπὶ βρώσειν ἢ πόσειν ἢ ἀφροδισίοισιν, τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαί τε καὶ δι’ ὀλίγου γίνονται, ὁκόσον ἂν χρόνον ἐσθίωσιν ἢ πίνωσιν, αἱ δὲ λύπαι πολλαὶ <καὶ μακραῖ>. τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πᾶρεστι καὶ ὁκόταν γένηται ὁκοίων ἐπιθυμέουσι, διὰ ταχέος τε ἡ ἡδονὴ παροίχεται, καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστὸν ἐστιν ἄλλ’ ἡ τέρψις βραχεῖα, καὶ αὐθὶς τῶν αὐτῶν δεῖ.