Ancient Greek
1.451.1
Democritus, Testimonia 1.451.1
Unproofread scanNot analysed yet
ἀπὸ ἑαυτοῦ. πολλοὶ ἔνεισι κίνδυνοι· ἀνάγκη γάρ, ὅς ἂν γέννηται, τούτῳ χρήσθαι. 278. [178 N.] --17 τοῦ αὐτοῦ. ἀνθρώποισι τῶν ἀναγκαίων δοκεῖ εἶναι παίδας κτήσασθαι ἀπὸ φύσιος καὶ καταστάσιός τινος ἀρχαίας. δῆλον δὲ καὶ τοῖς ἄλλοις ζῴοις· πάντα γὰρ ἐκγονα κτᾶται κατὰ φύσιν ἐπωφελείης γε οὐδεμιᾶς ἕνεκα· ἀλλ' ὅταν γέννηται, ταλαιπωρεῖ καὶ τρέφει ἕκαστον ὡς δύναται καὶ ὑπερδέδοικε, μέχρι σμικρὰ ἦι, καὴν τι πάθῃ, ἀνιάται. ἡ μὲν φύσις τοιαύτη πάντων ἐστὶ ὅσσα ψυχὴν ἔχει· τῷ δὲ δὴ ἀνθρώπῳ νομίζον ἤδη πεποίηται, ὥστε καὶ ἐπαύρεσιν τινα γίνεσθαι ἀπὸ τοῦ ἐκγόνου.