Ancient Greek
1.461.2 to 1.461.6
Democritus, Testimonia 1.461.2-6
Unproofread scanNot analysed yet
δ. φαγόντα σκόρδα μὴ ὄζειν· ρίζας σεύτλου ὀπτήσας φάγε. ε. γραῦν μὴ τὰ πολλὰ λαλεῖν μήτε πολλὰ πίνειν· πίτυν κόμας βάλε αὐτῆς εἰς τὸ κράμα. ζ. μονομάχας [so] ἐξωγραφημένους μάχεσθαι· ὑποκάτω αὐτῶν κάπνισον λαροῦ κεφαλὴν. ζ. ψυχρὰ τρώγοντα κατακαίεσθαι· σκίλλαν εἰς ὕδωρ χλιαρὸν βρέξας δὸς αὐτῷ νίψασθαι· λύσις ἐλαίωι. θ. πολλὰ πίνοντα [καὶ] μὴ μεθύειν· χοιραῖον πνεύμονα ὀπτήσας φάγε. ι. ὁδοιποροῦντα μὴ διψᾶν· ὠιὸν οἶνον ἀνακόψας ρόφα. ια. πολλὰ βινεῖν δύνασθαι· στροβίλια πεντήκοντα μετὰ δύο κυάθων γλυκεῖς [so] καὶ κόκκους πεπέρεως τρίψας πίε.