Ancient Greek
2.384.3
Democritus, Testimonia 2.384.3
Unproofread scanNot analysed yet
οἷον Ἀριστοτέλῃ τε περίφρονι, ποιμένα μύθων, ἀμφίνοον λεσχῆρα μετὰ πρώτοιςιν ἀνέγων. γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτὸς φησὶν ἐν τῷ Μικρῷ διακόσμῳ [fr. 5], νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἑτεσὶν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δὲ φησὶ τὸν Μικρὸν διάκοσμον ἑτεσὶν ὕστερον τῆς Ἰλίου ἀλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δ᾽ ἂν, ὡς ὁ μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς [fr. 47a Jacoby], κατὰ τὴν ὀγδοηκοστήν ὀλυμπιάδα [460—457], ὡς δὲ Θουκυδίδης ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Ἀριστοτέλους βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἐβδομῆς καὶ ἐβδομηκοστῆς ὀλυμπιάδος [470], ἐναντίῳ, φησὶ, πρεσβύτερος ὢν Σωκράτους. εἴη ἂν οὖν κατ᾽ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην· καὶ γὰρ τοῦτον μέμνηται [s. S. 239, 23].