Ancient Greek
2.385.5
Democritus, Testimonia 2.385.5
Unproofread scanNot analysed yet
καὶ θερμοῖς ἀρτῶν ἀσθήμασιν ἐξένισεν. τοιούτος μὲν ὁ βίος τἀνδρός. δοκεῖ δὲ αὐτῷ τάδε· ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δ’ ἄλλα πάντα νενομίσθαι [δοξάζεσθαι]. ἀπεῖρους τε εἶναι κόσμους καὶ γεννητοὺς καὶ φθαρτούς. μηδὲν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδ’ εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπεῖρους εἶναι κατὰ μέγεθος καὶ πλήθος, φέρεσθαι δ’ ἐν τῷ ὅλῳ δινοῦμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἄερα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα· ἄπερ εἶναι ἄπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερεότητα. τὸν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὀγκῶν συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως· ἥν καὶ νοῦν ταῦτόν εἶναι. δράν δ’ ἡμᾶς κατ’ εἰδώλων ἐμπτώσεις. πάντα τε κατ’ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὖσης τῆς γενέσεως πάντων, ἥν ἀνάγκην λέγει. τέλος δ’ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθ’ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διαίει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δ’ αὐτὴν καὶ εὐεστίαν καὶ πολλοῖς ἄλλοις ὀνόμασι [vgl. fr. 3]. ποιητὰ δὲ νόμιμα [ποιότητα δὲ νόμῳ Zeller] εἶναι, φύσει δ’ ἀτόμους καὶ κενόν. καὶ ταῦτα μὲν αὐτῷ ἐδόκει. τὰ δὲ βιβλία αὐτοῦ κτλ. §§46—49 s. A 33.