Ancient Greek
2.390.1
Democritus, Testimonia 2.390.1
Unproofread scanNot analysed yet
29 Αἰθ. epit. II p. 46E Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὐτὸν διενωχότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεομορφίων ἡμέραι ἐνέστησαν, δεηθείσων τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἐορτάσωσι, μεισθῆναι κελεύσαντα μέλιτος ἀγγείον αὐτῷ πλησίον παρατεθῆναι καὶ διαζῆσαι ἡμέρας ἰκανὰς τὸν ἄνδρα τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρῶμενον καὶ μετὰ τὰς ἡμέρας βυσταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δ. ἀεὶ τῷ μέλιτι, καὶ πρὸς τὸν πυθόμενον, πῶς ἂν ἔγνῶς τις διάγοι ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ’ ἐκτὸς ἐλαίῳ. Variante der Parodie nach A 161.