Ancient Greek
2.394.6
Democritus, Testimonia 2.394.6
Unproofread scanNot analysed yet
43. DIONYS. bei Eus. P. E. XIV 23, 2. 3 οἱ μὲν γὰρ ἄτομους προσειπόντες ἀφθαρτὰ τινὰ καὶ σμικρότατα σώματα πλήθος ἀνύριθμον, καὶ τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασὶ τὰς ἄτομους ὡς ἐτυχεν ἐν τῷ κενῷ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ὀμὴν ἄτακτον καὶ συμπλεκόμενας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τὸν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπεῖρους ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ A. · τοσοῦτον δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναι τινὰς ἄτομους ὁ A. ἐπέλαβε. ἄτομους δὲ εἶναι φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερορότητα. vgl. EPICUR. ep. I 55 [p. 15, 12 Us.] ἀλλὰ μὴν οὐδὲ δεῖ νομίζειν πᾶν μέγεθος ἐν ταῖς ἀτομοῖς ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῇ, παραλλαγὰς δὲ τινὰς μεγεθῶν νομιστέον εἶναι.