Ancient Greek
2.397.2
Democritus, Testimonia 2.397.2
Unproofread scanNot analysed yet
58. ARIST. phys. Θ 9. 265b 24 διὰ δὲ τὸ κενὸν κινεῖσθαι φασιν· καὶ γὰρ οὕτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὴν φύσιν λέγουσιν. SIMPL. z. d. St. 1318, 33 τοιούστὶ τὰ φῶιαχὰ καὶ πρῶτα καὶ ἄτομα σώματα· ταῦτα γὰρ ἔχειν φύσιν ἑκάλουν καὶ ἔλεγον κατὰ τὴν ἐν αὐτοῖς βαρύτητα κινούμενα ταῦτα διὰ τοῦ κενοῦ εἰκοντος καὶ μὴ ἀντιτυποῦντος κατὰ τόπον κινεῖσθαι· περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά. καὶ οὐ μόνον πρώτην ἀλλὰ καὶ μόνην ταύτην οὕτοι κίνησιν τοῖς στοιχείοις ἀποδιδόασιν, τὰς δὲ ἄλλας τοῖς ἐκ τῶν στοιχείων· ἀξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι καὶ γίνεσθαι καὶ φθείρεσθαι προσχρισωμένων καὶ ἀποχρισωμένων τῶν πρῶτων σωμάτων φασιν.