Ancient Greek
2.398.8
Democritus, Testimonia 2.398.8
Unproofread scanNot analysed yet
10 γὰρ οὐχ εἰς ἓν ὁμῶν τὸν σοῦν, λέγων ‘σοῦν’ τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων. κόσμων πάντων αἰτιῶνται τὸ αὐτόματον· ἀπὸ ταυτομάτου γὰρ γίγνεσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. . . . λέγοντες γὰρ τὰ μὲν ζῷα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλ’ ἤτοι φύσιν ἢ νοῦν ἢ τι τοιούτων ἕτερον εἶναι τὸ αἴτιον 5 (οὐ γὰρ ὅ τι ἐτεγεν ἐκ τοῦ σπέρματος ἕκαστον γίγνεται, ἀλλ’ ἐκ μὲν τοῦ τοιουνθὶ ἐλαία, ἐκ δὲ τοιουνθὶ ἄνθρωπος), τὸν δ’ οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δ’ αἰτίαν μηδεμίαν εἶναι οἴαν τῶν ζώων καὶ τῶν φυτῶν. Bezieht Simpl. phys. 331, 16 auf Demokr.