Ancient Greek
2.400.1
Democritus, Testimonia 2.400.1
Unproofread scanNot analysed yet
77. PLUT. quaest. conv. VIII 10 (διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν) §2 p. 734 F. 735 A ὁ δὲ Φαβωρίνος . . . λόγόν τινὰ τοῦ Δημοκρίτου παλαιὸν ὥσπερ ἐκ καπνοῦ καθελὼν ἠμαυρωμένον οἷος ἦν ἐκκαθαίρειν καὶ διαλαμπρύνειν ὑποθέμενος τοῦτο δή τοῦπιδήμιον ὁ φησι Δ. 5 ἐγκαταβυσσοῦσθαι τὰ εἴδωλα διὰ τῶν πόρων εἰς τὰ σώματα καὶ ποιεῖν τὰς κατὰ τὸν ὕπνον ὄψεις ἐπαναφερόμενα· φοιτᾶν δὲ ταῦτα πανταχόθεν ἀπionτα καὶ σκευῶν καὶ ἱματίων καὶ φυτῶν, μάλιστα δὲ ζώων ὑπὸ σάλου πολλοῦ καὶ θορμότητος οὐ μόνον ἔχοντα μορφούμενς τοῦ σώματος ἐκμεμαγμένας ὁμοιότητας (ὡς Ἐπίχορος οἴεται μέχρι τούτου Δη- 10 μοκρίτῳ συνεπόμενος, ἐνταῦθα δὲ προλιπὼν τὸν λόγον), ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν κινήματων καὶ βουλευμάτων (ἐν) ἑκάστῳι καὶ ἡδῶν καὶ παθῶν ἐμφάσεις ἀναλαμβάνοντα συνεφέξεσθαι καὶ προσπίπτουσι μετὰ τούτων ὥσπερ ἐμψυχὰ φράζειν καὶ διαγγέλλειν τοῖς ὑποδεχομένοις τὰς τῶν μεδιέντων αὐτὰ δόξας καὶ διαλογισμοὺς καὶ ὁρμάς, ὅταν ἐνάρθρωσι καὶ ἀσυγχύτους φυλάτ- 15 τονται προσμίξηι τὰς εἰκόνας. τοῦτο δὲ μάλιστα ποιεῖ δ' ἀέρος λείον τῆς φοράς αὐτοῖς γιγνομένης ἀχωλύτον καὶ ταχείας. ὁ δὲ φθινοπωρινός, ἐν ᾧ φυλλοχοεῖ τὰ δένδρα πολλὴν ἀνωμαλίαν ἔχων καὶ τραχύτητα διαστρέφει καὶ παρατρέπει πολλαχῇ τὰ εἴδωλα καὶ τὸ ἐναργὲς αὐτῶν ἐξίτηλον καὶ ἀσθενὲς ποιεῖ τῇ βραδυτήτι τῆς πορείας ἠμαυρούμενον ὥσπερ αὐ πάλιν πρὸς ὀργῶντων καὶ 20 διακαυομένων ἐκφωθίσκοντα πολλὰ καὶ ταχὺ κομιζόμενα τὰς ἐμφάσεις νεαρὰς καὶ σημαντικὰς ἀποδιδῶσιν.