Ancient Greek
2.401.8
Democritus, Testimonia 2.401.8
Unproofread scanNot analysed yet
91. Arist. Meteorol. A 8. 345*25 (über die Milchstr.) s. S. 321, 5. Alex. z. d. St. p. 37, 23 ’Αναξαγόρας δὲ καὶ Δ. φῶς εἶναι τὸ γάλα λέγουσιν ἀστρῶν τινῶν. ὁ γὰρ ἥλιος νύκτωρ ὑπὸ γῆν ἴων ὅσα μὲν περιλάμπει τῶν ὑπὲρ γῆς ὄντων ἀστρῶν, τούτων μὲν μὴ γίνεσθαι φασιν φανερὸν τὸ οἰκεῖον φῶς ἐμποδιζόμενον ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων· ὅσους δὲ ἡ σκιὰ τῆς γῆς ἐπιπροσθοῦσα ἐπισκοτεῖ, ὡς μὴ ἐπιλάμπεσθαι τοῖς ἀπὸ τοῦ ἡλίου φωτὶ, τούτων δὲ τὸ οἰκεῖον φῶς δράσθαι, καὶ τοῦτο εἶναι τὸ γάλα. Aet. III 1 (περὶ γάλακτος) §6 [D. 365] Δ. πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις διὰ τὴν πύκνωσιν συναρισμόν.