Ancient Greek
2.403.3
Democritus, Testimonia 2.403.3
Unproofread scanNot analysed yet
100. ARIST. de anima A 2. 404ᵃ27 [nach Anaxag. S. 324, 13] οὐ μὴν παντελῶς γ’ ὥσπερ Α. · ἐκεῖνος μὲν γὰρ ἀπλῶς ταυτόν ψυχὴν καὶ νοῦν [s. S. 115 n. 45]· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιήσει τὸν Ὅμηρον [s. S. 392, 14] ὡς ‘Ἔκτωρ κεῖτ’ ἀλλοφρονέων.’ οὐ δὴ χρήται τῶι νοῦι ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν, ἀλλὰ ταῦτό λέγει ψυχὴν καὶ νοῦν. 405ᵃ5 ἔδοξέ τισι πῦρ εἶναι· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖται τε καὶ κινεῖ τὰ ἄλλα πρῶτως. Α. δὲ καὶ γλαφυρωτέρως εἴρηκεν ἀποφράμενος, διὰ τί τούτων ἐκάτερον· ψυχὴν μὲν γὰρ εἶναι ταῦτό καὶ νοῦν. τοῦτο δ’ εἶναι τῶν πρώτων καὶ ἀδιαιρέτων σωμάτων, κινητικὸν δὲ διὰ μικρομέρειαν καὶ τὸ σχῆμα· τῶν δὲ σχημάτων εὐκινητότατον τὸ σφαιροειδὲς λέγει· τοιούτον δ’ εἶναι τὸν τε νοῦν καὶ τὸ πῦρ. PHILOR. z. d. St. p. 83, 27 H. ἀσώματον δὲ εἶπε τὸ πῦρ, οὐ χωρὶς ἀσώματον (οὐδεὶς γὰρ αὐτῶν τοῦτο ἔλεγε), ἀλλ’ ὡς ἐν σώμασιν ἀσώματον διὰ λεπτομέρειαν.