Ancient Greek
2.409.12 to 2.409.17
Democritus, Testimonia 2.409.12-17
Unproofread scanNot analysed yet
35 ρος ἐναντίως τῷ ὑποθέσει λέγειν. ὁ μὲν γὰρ πάθη ποιῶν τῆς αἰσθήσεως 61 καθ’ αὐτὰ διορίζει τὴν φύσιν· ὁ δὲ καθ’ αὐτὰ ποιῶν ταῖς οὐσίαις πρὸς τὰ πάθη τῆς αἰσθήσεως ἀποδιδῶσι. βαρὺ μὲν οὖν καὶ κοῦφον τῷ μεγέθει διαιρεῖ Ἀ. εἰ γὰρ διακριθεῖη καθ’ ἕν ἕκαστον εἰ καὶ κατὰ σχῆμα διαφέροι, σταθμὸν ἂν ἐπὶ μεγέθει τὴν 40 40 φύσιν [κρίσιν Preller] ἔχειν. οὐ μὴν ἀλλ’ ἐν γε τοῖς μεικτοῖς κοῦφότερον μὲν εἶναι τὸ πλεῖον ἔχον κενόν, βαρύτερον δὲ τὸ ἕλαττον. ἐν ἐνίοις μὲν οὕτως εἴρηκεν. ἐν ἄλλοις δὲ κοῦφον εἶναι φησιν ἀπλῶς τὸ λεπτόν. παραπλησίως 62 δὲ καὶ περὶ σκληροῦ καὶ μαλακοῦ. σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνόν, μαλακὸν δὲ τὸ μακρόν, καὶ τὸ μᾶλλον δὲ καὶ ἧττον καὶ τὰ λοιπὰ κατὰ λόγον. δια- 45 45 φέρειν δὲ τι τὴν θέσιν καὶ τὴν ἐναπόληψιν τῶν κενῶν τοῦ σκληροῦ καὶ μαλα-κοῦ καὶ βαρέος καὶ κοῦφον. διὸ σκληρότερον μὲν εἶναι σίδηρον, βαρύτερον δὲ μόλυβδον· τὸν μὲν γὰρ σίδηρον ἀνωμάλως συγκεῖσθαι καὶ τὸ κενὸν ἔχειν πολλάκι καὶ κατὰ μεγάλα, πεπυκνῶσθαι δὲ κατὰ ἕνα, ἀπλῶς δὲ πλεῖον ἔχειν