Ancient Greek
2.410.1.1 to 2.410.1.21
Democritus, Testimonia 2.410.1.1-21
Unproofread scanNot analysed yet
κενόν. τὸν δὲ μόλυβδον ἑλαττον ἔχοντα κενὸν ὁμαλῶς συγκεῖσθαι (καλ) κατὰ πᾶν ὁμοίως· διὸ βαρύτερον μὲν, μαλακώτερον δ᾽ εἶναι τοῦ αὐθροῦ. μὲν βαρέος καὶ κοῦφον καὶ σκληροῦ καὶ μαλακοῦ ἐν τούτοις ἀφωρῆζει. τῶν δὲ ἄλλων αἰσθητῶν οὐδενὸς εἶναι φύσιν, ἀλλὰ πάντα πάθη τῆς αἰσθήσεως 5 ἀλλοιουμένης, ἐξ ἧς γίνεσθαι τὴν φαντασίαν. οὐδὲ γὰρ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ φύσιν ὑπάρχειν, ἀλλὰ τὸ σχῆμα μεταπίπτον ἐργάζεσθαι καὶ τὴν ἡμετέραν ἀλλοιοῦσιν· ὁ τι γὰρ ἂν ἀθροὺν ἢ, τοῦτ᾽ ἐνισχύειν ἑκάστῳι, τὸ δ᾽ εἰς μακρὰ διανενημένον ἀναίσθητον εἶναι. σημεῖον δ᾽ ὡς οὐκ εἴσι φύσει τὸ μὴ ταῦτὰ πᾶσι φαίνεσθαι τοῖς ζῴοις ἀλλ᾽ ὁ ἡμῖν γλυκύ, τοῦτ᾽ ἄλλοις πικρὸν 10 καὶ ἑτέροις ὀξὺ καὶ ἄλλοις ὀσμῇ τοῖς δὲ στρυφνόν, καὶ τὰ ἄλλα δ᾽ ὡσαύτως. ἔτι δ᾽ αὐτοὺς μεταβάλλειν τῇ χρήσει κατὰ τὰ πάθη καὶ τὰς ἡλικίας· 64 ἢ καὶ φανερὸν ὡς ἡ διάθεσις αἰτία τῆς φαντασίας. ἀπλῶς μὲν οὖν περὶ τῶν αἰσθητῶν οὕτω δεῖν ὑπολαμβάνειν. οὐ μὴν ἀλλ᾽ ὥσπερ καὶ τὰ ἄλλα καὶ ταῦτα ἀνατιθῆσι τοῖς σχήμασι· πλὴν οὐχ ἀπάντων ἀποδίδωσι τὰς μορφάς, ἀλλὰ 15 μᾶλλον τῶν χυλῶν καὶ τῶν χρωμάτων, καὶ τούτων ἀκριβέστερον διορίζει τὰ περὶ τοὺς χυλοὺς ἀναφέρων τὴν φαντασίαν πρὸς ἄνθρωπον. τὸν μὲν οὖν ὀξῖν εἶναι τῷ σχήματι γνωνοειδῆ τε καὶ πολυκαμπῆ 65 καὶ μικρὸν καὶ λεπτόν. διὰ γὰρ τὴν ὀρμὴτητα ταχὺ καὶ πάντῃ διαδύεσθαι, τραχὺν δ᾽ ὄντα καὶ γνωνοειδῆ συνάγειν καὶ συσπᾶν· διὸ καὶ θερμαίνειν τὸ 20 σῶμα κενότητος ἐμποιοῦντα· μάλιστα γὰρ θερμοῦ δια τὸ πλεῖστον ἔχον κενόν. τὸν δὲ γλυκύν ἐκ περιφερῶν συγκεῖσθαι σχημάτων κοῦκ ἄγαν μικρῶν· διὸ καὶ διαχεῖν ὅλως τὸ σῶμα καὶ οὐ βιαίως καὶ οὐ ταχὺ πάντα περαίνειν· τοὺς <δ᾽> ἄλλους ταράττειν, ὅτι διαδύνων πλανᾶι τὰ ἄλλα καὶ ὑγραίνει· ὑγραίνόμεναι δὲ καὶ ἐκ τῆς τάξεως κινούμενα συρρεῖν εἰς τὴν κοιλίαν·