Ancient Greek
2.413.1.23 to 2.413.1.41
Democritus, Testimonia 2.413.1.23-41
Unproofread scanNot analysed yet
ἐτι δὲ πῶς τὸ μέλαν 81 ἀποδίδωσιν, οὐ φάειδον καταμαθεῖν; ἢ σκιὰ γὰρ μέλαν τι καὶ ἐπιπρόσθησις 25 ἐστι τοῦ λευκοῦ· διὸ πρῶτον τὸ λευχὸν τὴν φύσιν. ἄμα δὲ οὐ μόνον τὸ ἐπισκιάζειν, ἀλλὰ καὶ τὴν παχύτητα τοῦ ἀέρος καὶ τῆς εἰσιούσης ἀπορροῆς αἰτιάται καὶ τὴν ταραχὴν τοῦ ὀφθαλμοῦ. πότερον δὲ ταῦτα συμβαίνει διὰ τὸ μὴ εἰδὸπτον ἢ καὶ ἄλλωι γίνοιτ’ ἂν καὶ ποίωι [ἢ μέλαν], οὐ διασαφεῖ. ἀτο- 82 πον δὲ καὶ τὸ τοῦ χλωροῦ μὴ ἀποδοῦναι μορφήν, ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ 30 καὶ τοῦ κενοῦ ποιεῖν. κοινὰ γὰρ ταῦτά γε πάντων καὶ ἐξ ὁποιωνοῦν ἔσται σχημάτων. χρὴν δ’ ὥσπερ κἂν τοῖς ἄλλοις ἰδίον τι ποιῆσαι. καὶ εἰ μὲν ἐναντίον τῷ ἐρυθρῷ, καθάπερ τὸ μέλαν τῷ λευκῷ, τὴν ἐναντίαν ἔχειν μορφήν· εἰ δὴ μὴ ἐναντίον, αὐτὸ τοῦτ’ ἂν τις θαυμάσειεν, ὅτι τὰς ἀρχὰς οὐκ ἐναντίας ποιεῖ· δοκεῖ γὰρ ἅπασιν οὕτως. μάλιστα δ’ ἔχρην τοῦτο διακριθῆναι, ποία 35 τῶν χρωμάτων ἁπλὰ καὶ διὰ τί τὰ μὲν σύνθετα τὰ δὲ ἀσύνθετα· πλεῖστη γὰρ ἀπορία περὶ τῶν ἀρχῶν. ἀλλὰ τοῦτο μὲν ἴσως χαλεπόν. ἐπεὶ καὶ τῶν χυμῶν εἰ τις δύναιτο τοὺς ἁπλοὺς ἀποδοῦναι, μᾶλλον ἂν ὧδε λέγοι. περὶ δὲ ὀσμῆς προσαφορίζειν παρήγεν πλήν τοσοῦτον, ὅτι τὸ λεπτὸν ἀπορρεῖον ἀπὸ τῶν βαρέων ποιεῖ τὴν ὀσμήν. ποίων δὲ τι τὴν φύσιν ὂν ὑπὸ τίνος πάσης, 40 οὐκέτι προσέθηκεν, ὅπερ ἴσως ἦν κυριώτατον. Α. μὲν οὖν οὕτως ἔνια 83 παραλείπει.