Ancient Greek
2.414.5
Democritus, Testimonia 2.414.5
Unproofread scanNot analysed yet
144. ARIST. de gen. animal. B 4. 740ᵃ33 αἱ δὲ φλέβες οἷον ῥίζαι πρὸς τὴν ὑστέραν συνάπτουσι, δι' ὧν λαμβάνει τὸ κῶμα τὴν τροφήν. τοῦτον γὰρ χάριν ἐν ταῖς ὑστέραις μένει τὸ ζῷον, ἀλλ' οὐχ ὡς Δ. φησιν, ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς ἑκούσης. 7. 746ᵃ19 οἱ δὲ λέγοντες τρέφεσθαι τὰ παιδία ἐν ταῖς ὑστέραις διὰ τοῦ σαρκιδιόν τι βδάλλειν οὐχ ὀρθῶς λέγουσιν. AET. V 16, 1 [D. 426] Δ. Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μητρᾳ διὰ τοῦ στόματος τρέφεσθαι. ὅθεν εὐθέως γεννηθὲν ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μητρᾳ θηλὰς τινὰς καὶ στόματα, δι' ὧν τρέφεσθαι.