Ancient Greek
2.415.6
Democritus, Testimonia 2.415.6
Unproofread scanNot analysed yet
152. ——XII 17 ἐν τοῖς νοτίοις μᾶλλον ἐκπίπτειν τὰ ἔμβρυα Δ. λέγει ἢ ἐν τοῖς βορείοις, καὶ εἰκῶτως· χαννύσθαι γὰρ ὑπὸ τοῦ νότου τὰ σώματα 30 ταῖς χνοΐσαις καὶ διασταθαι. ἄτε τοίνυν τοῦ σχήνους διακεχυμένου καὶ οὐχ ἡρμοσμένου πλανᾶσθαι καὶ τὰ κυόμενα, καὶ θερμαινόμενα δεῦρο καὶ ἐκεῖσε διολισθάνειν καὶ ἐκπίπτειν ῥάιον· εἰ δὲ εἴη πάγος καὶ βορρᾶς καταπνέοι, συμπέπηγε μὲν τὸ ἔμβρυον ὁσκήνητον δέ ἐστι καὶ οὐ ταράττεται ὡς ὑπὸ κλιδώνος, ἄτε δὲ ἀκλυτον καὶ ἐν γαλήνῃ ὃν ἔρωται τε καὶ ἐστι σύντονον καὶ 35 διαρκεῖ πρὸς τὸν κατὰ φύσιν χρόνον τῆς ζωιογονίας. οὐκοῦν ἐν χρυμῶι μέν, φησίν ὁ Ἀβδηρίτης, συμμένει, ἐν ἀλάει δὲ ὡς τὰ πολλὰ ἐκπτύεται. ἀνάγκην δὲ εἶναι λέγει τῆς θέρμης πλεοναζούσης διασταθαι καὶ τὰς φλέβας καὶ τὰ ἄρθρα.