Ancient Greek
2.416.3
Democritus, Testimonia 2.416.3
Unproofread scanNot analysed yet
155. ——XII 20 οἱ δὲ ἀκερῶι ταῦροι τὸ τενθηρνιώδες (οὕτω δὲ ὀνομάζει Δ.) ἐπὶ τοῦ βρέγματος οὐκ ἔχοντες (εἴη δ’ ἂν τὸ σπραγγώδες λέγων) ἀντιτύπου τοῦ παντὸς ὄντος ὀστέου καὶ τὰς συρροίας τῶν χυμῶν οὐ δεχομένον γυμοὶ τε καὶ ἀμοιροὶ γίνονται τῶν ἀμνητηρίων. καὶ αἱ φλέβες δὲ αἱ κατὰ τοῦ ὀστέου τοῦδε ἀτροφώτεραι οὖσαι λεπτότεραι τε καὶ ἀσθενέστεραι γίνονται. ἀνάγκη δὲ καὶ ξηρότερον τὸν αὐχένα τῶν ἀκεράτων εἶναι. λεπτότερα γὰρ καὶ αἱ τούτων φλέβες, ταύτῃ τοι καὶ ἐφρωμέναι ἦτον. ὅσαι δὲ. Ἀράβιοι βόες ἠλείαι μὲν εἰσι τὸ γένος, εὐφυεῖς δὲ τὰ κέρατα, καὶ ταύταις ἡ γε πολλὴ ἐπίρροια τῶν χυμῶν, φησί, τροφὴ τῆς εὐγενούς βλάστης τοῖς κέρασιν ἐστιν. ἀκερῶι δὲ καὶ αὐταὶ ὅσαι τὸ δεκτικὸν τῆς ἰκμάδος ὀστίον στερεώτερόν τε ἔχουσι καὶ δέχεσθαι τοὺς χυμοὺς ἠκιστον. καὶ συνελόντι εἰπεῖν αὕξης ἡ ἐπίρροή αἰτία τοῖς κέρασι· ταύτην δὲ ἄρα ἐποχετεύουσι φλέβες πλεῖσται τε καὶ παχύταται καὶ ὑγρὸν χύουσαι ὅσον καὶ δύνανται στέγειν. IX 64 (Fische) vgl. oben S. 171, 41.