Ancient Greek
2.417.3
Democritus, Testimonia 2.417.3
Unproofread scanNot analysed yet
165. ALEX. quaest. II 23 (περὶ τῆς Ἡρακλείας λίθου διὰ τί ἕλκει τὸν σίδηρον) [II 72, 28 Bruns] ὁ Α. δὲ καὶ αὐτὸς ἀπορροίας τε γίνεσθαι τίθεται καὶ τὰ ὅμοια φέρεσθαι πρὸς τὰ ὅμοια, ἀλλὰ καὶ εἰς τὸ κενὸν πάντα φέρεσθαι. ταύθ' ὑποθέμενος λαμβάνει τὸ τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων ἀτόμων συγκεῖσθαι, λεπτοτέρων δὲ τὴν λίθον, καὶ ἐκεῖνον ἀραιότεραν τε καὶ πολυκενωτέραν αὐτὴν καὶ διὰ τοῦτ' ἐκινητότερ' ὄν(τα τὰ ἄτομα) ἅττον ἐπὶ τὸν σίδηρον φέρεσθαι (πρὸς γὰρ τὰ ὅμοια ἡ φορά) καὶ ἐνδυόμενα εἰς τοὺς πόρους τοῦ σιδήρου κινεῖν τὰ ἐν ἐκείνῳ σώματα διαδύμενα δι' αὐτῶν διὰ λεπτότητα, τὰ δὲ κινηθέντα ἕξω τε φέρεσθαι ἀπορρέοντα καὶ πρὸς τὴν λίθον. διὰ τε ὁμοιότητα καὶ διὰ τὸ κενὰ ἔχειν πλεῖω, οἷς ἐπόμενον τὸν σίδηρον διὰ τὴν ἀθρόαν ἔκκρισιν τε καὶ φορὰν φέρεσθαι καὶ αὐτὸν πρὸς τὴν λίθον οὐκέτι δὲ ἡ λίθος πρὸς τὸν σίδηρον φέρεται, ὅτι μὴ ἔχει τοσαῦτα ὁ σίδηρος κενὰ ὅσα ἡ λίθος. ἀλλὰ τὸ μὲν τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων συγκεῖσθαι δέξαιτ'