Ancient Greek
2.418.2
Democritus, Testimonia 2.418.2
Unproofread scanNot analysed yet
166. EPIPHAN. adv. haer. III 2, 9 [D. 590] Δ. ὁ τοῦ Δαμασίππου Ἀθηρίτης τὸν κόσμον ἄπειρον ἔφη καὶ ὑπὲρ κενοῦ κεῖσθαι. ἔφη δὲ καὶ ἐν τέλος εἶναι τῶν πάντων καὶ εὐθυμίαν τὸ κράτιστον εἶναι, τὰς δὲ λύπας ὄρους κακίας. καὶ τὸ δοκοῦν δίκαιον οὐκ εἶναι δίκαιον, ἄδικον δὲ τὸ ἐναντίον τῆς φύσεως. ἐπίνοιαν γὰρ κακὴν τοὺς νόμους ἔλεγε καὶ ὅυ χρή νόμοις πειθαρχεῖν τὸν σοφόν, ἀλλὰ ἐλευθερίως ζῆν’. Vgl. A 1 §45.