Ancient Greek
2.464.4
Democritus, Testimonia 2.464.4
Unproofread scanNot analysed yet
235 [53 N.] ——55 [vgl. III 6, 65] A—ov. ὅσοι ἀπὸ γασ-τρὸς τὰς ἡδονὰς ποιοῦνται ὑπερβεβληκότες τὸν και-ρὸν ἐπὶ βρώσεσιν ἢ πόσεσιν ἢ ἀφροδισίοισιν, τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαι τε καὶ δι’ ὀλίγον γίνον-ται, ὅχόσον ἂν χρόνον ἐσθίωσιν ἢ πίνωσιν, αἱ δὲ λυ-παὶ πολλαὶ (καὶ μαχραὶ). τοῦτο [τοῦτοις Dyroff] μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πάρεισι καὶ ὅχόταν γένη-ται ὅχολῶν ἐπιθυμέουσι, διὰ ταχέος τε ἡ ἡδονὴ παρολ-χεται, καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστὸν ἐστιν ἀλλ’ ἡ τέρ-ψις βραχεῖα, καὶ αὐθὶς τῶν αὐτῶν δεῖ.