Ancient Greek
155 to 210
Demodocus Eleg., Fragmenta 155-210
Unproofread scanNot analysed yet
155τέχνη τοι τρέφει ἄνδρα· ἀεργὸν δ' ἰῶτο λιμός. μηδ' ἄλλον παρὰ δαιτὸς ἔδοις σκυβάλισμα τραπέζης, ἀλλ' ἀπὸ τῶν ἰδίων βίον διόγους ἀνυβρίστως. ναυτίλος εἴ, πλῶειν ἐθέλεις, εὐρεῖα θάλασσα· εἰ δὲ γεηπονίην μεθέπειν, μαχραὶ τοι ἄρουραι. οὐδὲν ἄνευ καμάτων πέλει ἀνθρώσιν εὐπετὲς ἔργον, οὐδ’ αὐτοῖς μαχάρεσσι· πόνος δ’ ἀρετὴν μέγ’ ὠφέλλει. μύμηκες, γαίης μυχάτους προλελοιπότες οἴκους, ἔρχονται βιότου κεχρήμενοι, ὁπότ’ ἄρουραι λήῃα κειράμεναι καρπῶν βριθώσιν ἄλωάς· οἱ δ’ αὖτ’ ἢ πυροῖο νεοτριβὲς ἄχθος ἔχουσιν, ἢ κριθῶν, αἰεὶ δὲ φέρων φορέοντα διώκει, ἔκ θέρεος ποτὶ χειμᾶ βορὴν σφετέραν συνάγοντες ἄτρυτοι· φύλον δ’ ὀλίγον τελέθει πολὺ μοχθον. Μὴ μείνης ἄγαμος, μὴ πῶς νῶνυμος ὀλῆαι· δός τι φύσει καυτός· τέκε δ’ ἐμπαλιν, ὡς ἐλοχεύθης. Μὴ προαγωγεύσης ἄλογον, σέο τέκνα μαίνων· οὐ γὰρ τίκτει παῖδας ὁμοίους μοιχὰ λέκτρα. μητρυνῆς μὴ ψαῦ’, ἄτε δεύτερα λέκτρα γονῆς· 180μηδ’ ἐς ἔρωτα γυναικὸς ἅπας φεύσης ἀκαθέκτως· οὐ γὰρ ἔρως θεός ἐστι, πάθος δ’ αἰδηλον ἀπάντων. 185473μηδὲ τις ἀμνήστευτα βίῃ κοῦρησι μγείη. μηδὲ βιάζεσθαι παιδὸς φύσιν ἄρσενος ἄνδρα. 195στέργε τὴν ἄλοχον· τί γὰρ ἡδύτερον καὶ ἄρειον, ἢ ὅταν ἀνδρὶ γυνὴ φρονέῃ φίλα γήραος ἄχρις, καὶ πόσις ἢ ἄλοχος, μηδ’ ἐμπέσῃ ἀνδicha νεῖκος; λατρεύσεις ἀλόχῳ λυγρῆς χάριν εἷνεκα φρενῆς. ἵππους εὐγενέας διζήμεθα γειαρότας τε ταύρους ὐψιτένοντας, ἀτὰρ σκυλάκων πόδας ἀργοὺς· 190 γῆμαι δ' οὐκ ἀγαθὴν ἐριδαίνομεν ἀφρονέοντες· οὐδὲ γυνὴ κακὸν ἄνδρ' ἀπαναίνεται ἀφρεὸν ὄντα. μηδὲ γάμῳ γάμον ἄλλον ἄγοις ἐπὶ πῆματι πῆμα· μηδ' ἄμφι κτεάνων συνομαίμοσιν εἰς ἔριν ἐλθῆς. Παισὶν μὴ χαλέπαινε τεοῖς, ἀλλ' ἥπιος εἶης. 195 ἦν δέ τι παῖς ἀλίτη σε, κολούετω νιέτα μήτηρ, ἦ καὶ πρεσβύτατοι γενεῆς, ἦ δημοφέροντες. Μὴ μὲν ἐπ' ἄρσεσι παιδὶ τρέφειν πλοκαμηίδα χαίτην· στίγματα μὴ γράψῃς, ἐπουνειδίζων θεράποντα. δοῦλον μὴ βλάψῃς τι, κακηγορέσων παρ’ ἄνακτι. λάμβανε καὶ βουλήν παρὰ γ’ οἰκέτου εὖ φρονέοντος. [Ἄγνειή ψυχῆς, οὐ σώματος, εἰσί καθαρμοί.] Ταῦτα δικαιοσύνης μυστήρια· τοῖα βιεῦντες