Ancient Greek
455.56.40 to 455.56.43
Demonax, Fragmenta 455.56.40-43
Unproofread scanNot analysed yet
καὶ τοσούτων ἔρωτα ἔσχον πρὸς αὐτὸν Ἀθηναῖοι τε αὐτοὶ καὶ ἅπασα ἡ Ἑλλάς, ὥστε παριόντι ὑπεξανίστασθαι μὲν τοὺς ἄρχοντας, σιωπὴν δὲ γίνεσθαι παρὰ πάντων. Τὸ τελευταῖον δὲ ἤδη ὑπέργηρος ὡν ἀκλῆτος εἰς ἣν τύχοι παριὼν οἰκίαν ἐδείπνει καὶ ἐκάθευδε, τῶν ἐνοικοῦντων θεοῦ τινα ἐπιφάνειαν ἠγοιμένων τὸ πρᾶγμα καὶ τινὰ ἀγαθὸν δαίμονα εἰσεληλυθότιν αὐτοῖς εἰς τὴν οἰκίαν. Παριόντα δὲ αἱ ἀρτοπόλιδες ἀνθεῖλον πρὸς αὐτὰς ἐκάστη ἀείουσα παρ’ αὐτῆς λαμβάνειν τῶν ἄρτων, καὶ τοῦτο εὐτυχίαν ἔαντῆς ἢ δεδιωκυία ἦστο. Καὶ μὴν καὶ οἱ παῖδες ὁπόσας προσέφερον αὐτῷ πατέρα ὀνομάζοντες.