Ancient Greek
460.4
Demonax, Fragmenta 460.4
Unproofread scanNot analysed yet
17. Ἐπεὶ γὰρ ὁ Φαβορίνος ἀκούσας τινὸς ὡς ἐν γέλῳ ποιοῖτο τὰς ὁμιλίας αὐτοῦ καὶ μάλιστα τῶν ἐν αὐταῖς μελῶν τὸ ἐπικεκλασμένον σφόδρα ὡς ἀγεννὲς καὶ γυναικεῖον καὶ φιλοσοφία ἥκιστα πρέπον, προσελθὼν ἠρώτα τὸν Δημώνακτα, τίς ἂν χλευάζοι τὰ αὐτοῦ. Ἄνθρωπος, ἔφη, οὐκ εὐπάταγτα ἔχων τὰ ὦτα. Ἐγχειμένου δὲ τοῦ σοφιστοῦ καὶ ἐρωτῶντος, τίνα δὲ καὶ ἐφρότις ἔχων, ὦ Δημώναξ, ἐκ παιδιᾶς εἰς φιλοσοφίαν ἥκεις; Ὀρχεῖς, ἔφη.