Ancient Greek
460.6
Demonax, Fragmenta 460.6
Unproofread scanNot analysed yet
εἰ σὺ ἀπὸ τοῦ πώγωνος ἀξίως κρίνεσθαι τοὺς φιλοσοφοῦντας αὐτὸς πώγωνα οὐκ ἔχων. 19. Τοῦ δὲ Σιδωνίου ποτὲ σοφιστοῦ Ἀθήνησιν ἐπιδεικνύμενος καὶ λέγοντος ὑπὲρ αὐτοῦ ἐπαίνον τινὰ τοιούτων, ὅτι πάσης φιλοσοφίας πεπείραται (οὐ γὰρ δὲ αὐτὰ εἰπεῖν ἂ ἐλεγεν)· Ἐὰν Ἀριστοτέλης με καλῇ ἐπὶ τὸ Λύκειον, ἔξομαι· ἂν Πλάτων ἐπὶ τὴν Ἀκαδημίαν, ἀφίξομαι· ἂν Ζήνων, ἐπὶ τῇ Ποικίλῃ διατρίψω· ἂν Πυθαγόρας καλῇ, σωπήσωμαι. Ἀναστὰς οὖν ἐκ μέσων τῶν ἀκροαμένων, Οὗτος, ἔφη προσεπών τὸ ὄνομα, καλεῖ σε Πυθαγόρας.