Ancient Greek
461.3
Demonax, Fragmenta 461.3
Unproofread scanNot analysed yet
24 Τὸν δὲ Κυνικὸν ἐν ἀρκτοῦ δέρματι φιλοσοφοῦντα οὐχ Ὀνόρατον, ὥσπερ ὀνομάζετο, ἀλλ’ Ἀρκεσίλαον καλεῖν ἠξίου. 25 Ἐρωτησάντος δὲ τινος, τὶς αὐτῷ ὁρος εὐδαιμονίας εἶναι δοκεῖ, Μόνον εὐδαίμονα, ἔφη, τὸν ἐλεύθερον· ἐκεῖνον δὲ φήσαντος πολλοὺς ἐλευθέρους εἶναι. Ἄλλ’ ἐκείνων νομίζω τὸν μήτε ἐλπίζοντα τι μήτε δεδιότα· ὁ δέ, Καὶ πῶς ἄν, ἔφη, τοῦτό τις δύναιτο; ἀπαντες γὰρ ὡς τὸ πολὺ τούτοις δεδουλώμεθα. Καὶ μήν, ἔφη, εἰ κατανοήσεις τὰ τῶν ἀνθρώπων πράγματα, εὑροὶς ἂν αὐτὰ οὔτε ἐλπίδος οὔτε φόβου ἄξια, παυσομένων πάντως καὶ τῶν ἀνιαρῶν καὶ τῶν ἡδέων.