Ancient Greek
462.1
Demonax, Fragmenta 462.1
Unproofread scanNot analysed yet
30. Ὁ δ' αὐτὸς υἱὸν πενθοῦντι καὶ ἐν σκότῳ ἑαυτὸν καθειρξάντι προσελθὼν ἔλεγε μάγος τε εἶναι καὶ δύ-νασθαι ἀναγαγεῖν τοῦ πατὴρ τὸ εἴδωλον, εἰ μόνον αὐτῷ τρεῖς τινὰς ἀνθρώπους ὀνομάσει μηδένα πώ-ποτε πεπανηκότας. Ἐπὶ πολὺ δὲ ἐκείνου ἐνδοιάσαν-τος καὶ ἀποροῦντος (οὐ γὰρ εἶχέ τινα, ὅμαι, εἰπεῖν τοιούτων), Εἶτ', ἔφη, ὦ γελοῖε, μόνος ἀφόρητα πά-σχειν νομίζεις μηδένα ὁρῶν πένθους ἀμοιρον;