Ancient Greek
464.42 to 465.6
Demonax, Fragmenta 464.42-465.6
Unproofread scanNot analysed yet
ἐσθίει, Οὔτε οὖν, ἔφη, τοῖς μωροῖς τὰς μελίττας τιθέναι τὰ χηρία; 58. Πρὸς δὲ τῇ Ποικίλῃ ἀνδριάντα ἰδὼν τὴν χεῖρα ἀποκεκομμένον, ὀψὲ ἔφη Ἀθηναῖος εἰκόνι χαλκῇ τε- τιμηχέναι τὸν Κυναίγειρον. 59. Καὶ μὴν καὶ Ῥουφίνον τὸν Κύπριον (λέγω δὲ τὸν χολὸν τὸν ἐκ τοῦ περιπάτου) ἰδὼν ἐπὶ πολλοῖς τοῖς περιπάτοις ἐνδιατρίβοντα, Οὐδὲν ἐστιν, ἔφη, ἀνασχυν- τότερον χολοῦ Περιπατητικοῦ. 56. Ἐπεὶ δὲ ποτὲ ὁ Ἐπίκτητος ἐπιτιμῶν ἄμα συνεβούλευεν αὐτῷ ἀγαγεῖσθαι γυναῖκα καὶ παιδοποιήσασθαι, πρέπεν γὰρ καὶ τοῦτο φιλοσόφῳ ἀνδρὶ ἑτέρων ἀνθ’ αὐτοῦ καταλιπεῖν τῇ φύσει, ἐλεγκτικώτατα πρὸς αὐτὸν ἀπεκρίνατο, Οὐκοῦν, ὦ Ἐπίκτητε, δός μοι μίαν τῶν σαυτοῦ θυγατέρων. (Lucianus vit. Demonact. c. 55.) 57. Καὶ μὴν καὶ τὸ πρὸς Ἑρμίνων τὸν Ἀριστοτελικὸν ἀξίων ἀπομνημονεύσαι· εἰδὼς γὰρ αὐτὸν παγκάχιστον μὲν ὄντα καὶ μυρία κακὰ ἐργαζόμενον, τὸν Ἀριστοτέλην δὲ διὰ στόματος καὶ αὐτοῦ τὰς δέκα κατηγορίας ἔχοντα, Ἑρμῖνε, ἔφη, ἀληθῶς ἀξίος εἶ δέκα κατηγοριῶν. (Lucianus vit. Demonact. c. 56.) 58. Ἀθηναίοις δὲ σκεπτομένοις κατὰ ζῆλον τὸν πρὸς Κορινθίους κατασπᾶσθαι θέαν μονομάχων προελθὼν εἰς αὐτούς, Μὴ πρότερον, ἔφη, ταῦτα, ὦ Ἀθηναῖοι, ψηφίσασθε, ἄν μὴ τοῦ Ἑλέου τὸν βωμὸν καθέλητε. (Lucianus vit. Demonact. c. 57.) 59. Ἐπεὶ δὲ εἰς Ὀλυμπίαν ποτὲ ἐλθόντι αὐτῷ Ἥλειοι εἰκόνα χαλκῆν ἐψηφίσαντο, Μηδαμῶς τοῦτο, ἔφη, ὦ ἄνδρες Ἥλειοι, μὴ δόξητε ὀνειδίζειν τοῖς προγόνοις ὑμῶν, ὅτι μήτε Σωκράτους μήτε Διογένοὺς εἰκόνα ἀνατεθείκασιν. (Lucianus vit. Demonact. c. 58.) 60. Ἦκουσα δὲ αὐτοῦ ποτε καὶ πρὸς τὸν τῶν νόμων ἔμπειρον ταῦτα λέγοντος, ὅτι κινδυνεύουσιν ἀχρηστοὶ εἶναι οἱ νόμοι, ἂν τε πονηραῖς ἂν τε ἀγαθαῖς γράφωνται· οἱ μὲν γὰρ οὐ δέονται νόμων, οἱ δὲ ὑπὸ νόμων οὐδὲν βελτίους γίνονται. (Lucianus vit. Demonact. c. 59.) 61. Τῶν δὲ Ὁμήρου στίχων ἕνα ἦδε μάλιστα· Κάταν᾽ ὧμως ἑτ’ ἀνὴρ ἄνηρ ὁ τε πολλά τερπώς. (Lucianus vit. Demonact. c. 60. Cf. Iliad. IX, 320.)