Ancient Greek · ~2 min
Section 14
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 14
Not analysed yet
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτʼ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τʼ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι. συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν. ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφʼ αὐτοῖς. λέγε. ΜΑΡΤΥΡΙΑ.