Ancient Greek · ~2 min
Section 19
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 19
Not analysed yet
ἐγὼ δʼ ἐξ αὐτῶν τούτων μάλιστʼ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντʼ ἐπιδείξειν. καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη, μάρτυρας ὑμῖν παρέξομαι, ἔπειθʼ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν, εἶθʼ ὅτι οὔτʼ ἐν τοῖς δημόταις οὔτʼ ἐν τοῖς φράτερσιν οὔτʼ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντʼ οὐδεὶς πώποτʼ ᾐτιάσαθʼ ὡς εἴη ξένος. καί μοι λαβὲ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.