Ancient Greek · ~2 min
Section 25
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 25
Not analysed yet
εἰ μὲν τοίνυν εὔπορος ὢν ὁ πατὴρ χρήματα δοὺς τούτοις ἐφαίνετο πείσας συγγενεῖς αὐτοὺς ἑαυτοῦ φάσκειν εἶναι, λόγον εἶχεν ἂν ὑποψίαν τινʼ ἔχειν ὡς οὐκ ἦν ἀστός· εἰ δὲ πένης ὢν ἅμα συγγενεῖς τε παρέσχετο τοὺς αὐτοὺς καὶ μεταδιδόντας τῶν ὄντων ἐπεδείκνυε, πῶς οὐκ εὔδηλον ὅτι τῇ ἀληθείᾳ προσῆκε τούτοις; οὐ γὰρ ἂν δήπου, εἴ γε μηδενὶ ἦν οἰκεῖος, χρήματʼ αὐτῷ προστιθέντες οὗτοι τοῦ γένους μετεδίδοσαν. ἀλλʼ ἦν, ὡς τό τʼ ἔργον ἐδήλωσεν καὶ ὑμῖν μεμαρτύρηται. ἔτι τοίνυν ἀρχὰς ἔλαχεν καὶ ἦρξεν δοκιμασθείς. καί μοι λαβὲ τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.