Ancient Greek · ~1 min
Section 28
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 28
Not analysed yet
ἔτι τοίνυν παίδων αὐτῷ τεττάρων γενομένων ὁμομητρίων ἐμοὶ καὶ τελευτησάντων, ἔθαψε τούτους εἰς τὰ πατρῷα μνήματα, ὧν ὅσοιπέρ εἰσιν τοῦ γένους κοινωνοῦσιν· καὶ τούτων οὐδεὶς οὐκ ἀπεῖπεν πώποτε, οὐκ ἐκώλυσεν, οὐ δίκην ἔλαχεν. καίτοι τίς ἔστιν ὅστις ἂν εἰς τὰ πατρῷα μνήματα τοὺς μηδὲν ἐν γένει τιθέναι ἐάσαι; ὡς τοίνυν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.