Ancient Greek · ~2 min
Section 43
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 43
Not analysed yet
φαίνεται τοίνυν οὐχ ὁ ἐμὸς πατὴρ πρῶτος, ὦ ἄνδρες Ἀθηναῖοι, λαβὼν τὴν ἐμὴν μητέρα, ἀλλʼ ὁ Πρωτόμαχος, καὶ παῖδας ποιησάμενος καὶ θυγατέρʼ ἐκδούς· ὃς καὶ τετελευτηκὼς ὅμως μαρτυρεῖ τοῖς ἔργοις ἀστήν τʼ αὐτὴν καὶ πολῖτιν εἶναι. ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι πρῶτον μὲν τοὺς τοῦ Πρωτομάχου υἱεῖς, ἔπειτα τοὺς ἐγγυωμένῳ παρόντας τῷ πατρὶ καὶ τῶν φρατέρων τοὺς οἰκείους, οἷς τὴν γαμηλίαν εἰσήνεγκεν ὑπὲρ τῆς μητρὸς ὁ πατήρ, εἶτʼ Εὔνικον Χολαργέα τὸν τὴν ἀδελφὴν λαβόντα τὴν ἐμὴν παρὰ τοῦ Πρωτομάχου, εἶτα τὸν υἱὸν τῆς ἀδελφῆς. κάλει τούτους. ΜΑΡΤΥΡΕΣ.