Ancient Greek · ~2 min
Section 45
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 45
Not analysed yet
καὶ γὰρ εἰ ταπεινὸν ἡ τιτθή, τὴν ἀλήθειαν οὐ φεύγω· οὐ γὰρ εἰ πένητες ἦμεν, ἠδικήκαμεν, ἀλλʼ εἰ μὴ πολῖται· οὐδὲ περὶ τύχης οὐδὲ περὶ χρημάτων ἡμῖν ἐστὶν ὁ παρὼν ἀγών, ἀλλʼ ὑπὲρ γένους. πολλὰ δουλικὰ καὶ ταπεινὰ πράγματα τοὺς ἐλευθέρους ἡ πενία βιάζεται ποιεῖν, ἐφʼ οἷς ἐλεοῖντʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιότερον ἢ προσαπολλύοιντο. ὡς γὰρ ἐγὼ ἀκούω, πολλαὶ καὶ τιτθαὶ καὶ ἔριθοι καὶ τρυγήτριαι γεγόνασιν ὑπὸ τῶν τῆς πόλεως κατʼ ἐκείνους τοὺς χρόνους συμφορῶν ἀσταὶ γυναῖκες, πολλαὶ δʼ ἐκ πενήτων πλούσιαι νῦν. ἀλλʼ αὐτίχʼ ὑπὲρ τούτων. νῦν δὲ τοὺς μάρτυρας κάλει. ΜΑΡΤΥΡΕΣ.