Ancient Greek · ~1 min
Section 52
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 52
Not analysed yet
ἔτι τοίνυν ὀρφανὸς κατελείφθην, καὶ φασίν μʼ εὔπορον εἶναι καὶ τῶν μαρτύρων ἐνίους ὠφελουμένους μοι μαρτυρεῖν συγγενεῖς εἶναι. καὶ ἅμα μὲν κατʼ ἐμοῦ λέγουσιν τὰς ἐκ τῆς πενίας ἀδοξίας καὶ περὶ τὸ γένος διαβάλλουσιν, ἅμα δὲ διʼ εὐπορίαν φασὶ πάντα μʼ ὠνεῖσθαι.