Ancient Greek · ~1 min
Section 54
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 54
Not analysed yet
καὶ ταῦτʼ οὐχὶ νῦν πεπεισμένοι ποιοῦσιν, ἀλλὰ παιδίον ὄντα μʼ εὐθέως ἦγον εἰς τοὺς φράτερας, εἰς Ἀπόλλωνος πατρῴου ,εἰς τἄλλʼ ἱερά. καίτοι οὐ δήπου παῖς ὢν ἐγὼ ταῦτʼ ἔπειθον αὐτοὺς ἀργύριον διδούς. ἀλλὰ μὴν ὁ πατὴρ αὐτὸς ζῶν ὀμόσας τὸν νόμιμον τοῖς φράτερσιν ὅρκον εἰσήγαγέν με, ἀστὸν ἐξ ἀστῆς ἐγγυητῆς αὑτῷ γεγενημένον εἰδώς, καὶ ταῦτα μεμαρτύρηται.