Ancient Greek · ~2 min
Section 56
Demosthenes, ἔφεσις πρὸς Εὐβουλίδην 56
Not analysed yet
ἐνθυμείσθω γὰρ ἕκαστος ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἑαυτῷ προσήκοντας τίνʼ ἄλλον ἂν δύναιτʼ ἐπιδεῖξαι τρόπον ἢ τὸν αὐτὸν ἐμοί, μαρτυροῦντας, ὀμνύοντας, πάλαι τοὺς αὐτοὺς ἀπὸ τῆς ἀρχῆς ὄντας; διὰ ταῦτα τοίνυν ἐγὼ πιστεύων ἐμαυτῷ κατέφυγον εἰς ὑμᾶς. ὁρῶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον τῶν ἀποψηφισαμένων Ἁλιμουσίων ἐμοῦ κυριώτερʼ ὄντα τὰ δικαστήρια, ἀλλὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου, δικαίως· κατὰ γὰρ πάνθʼ αἱ παρʼ ὑμῖν εἰσι κρίσεις δικαιόταται.