Ancient Greek
Section 53
Demosthenes, πρὸς τὴν Λάκριτον παραγραφὴν 53
Not analysed yet
καὶ οὕτως ἀπέπλεον ἐκ τοῦ Πόντου μετὰ τοῦ Φασηλίτου ναυκλήρου καὶ μετὰ τοῦ Χίου τοῦ δεδανεικότος, καὶ ὁρμίζονται ἐν φωρῶν λιμένι, εἰς δὲ τὸ ὑμέτερον ἐμπόριον οὐχ ὡρμίσαντο. καὶ νυνί, ὦ ἄνδρες δικασταί, τὰ Ἀθήνηθεν δανεισθέντα χρήματα εἰς τὸν Πόντον καὶ πάλιν ἐκ τοῦ Πόντου Ἀθήναζε εἰς Χίον κατηγμένα ἐστὶν ὑπὸ τούτων.