Ancient Greek
Section 6
Demosthenes, πρὸς τὴν Λάκριτον παραγραφὴν 6
Not analysed yet
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, αὐτὸς μὲν οὐδʼ ὁπωστιοῦν ἐγνώριζον τοὺς ἀνθρώπους τούτους· Θρασυμήδης δʼ ὁ Διοφάντου υἱός, ἐκείνου τοῦ Σφηττίου, καὶ Μελάνωπος ὁ ἀδελφὸς αὐτοῦ ἐπιτήδειοί μοί εἰσιν, καὶ χρώμεθα ἀλλήλοις ὡς οἷόν τε μάλιστα. οὗτοι προσῆλθόν μοι μετὰ Λακρίτου τουτουί, ὁπόθεν δήποτε ἐγνωρισμένοι τούτῳ (οὐ γὰρ οἶδα),