Ancient Greek
Section 9
Demosthenes, πρὸς τὴν Λάκριτον παραγραφὴν 9
Not analysed yet
βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τῆς συγγραφῆς ἀκοῦσαι ὑμᾶς πρῶτον, καθʼ ἣν ἐδανείσαμεν τὰ χρήματα, καὶ τῶν μαρτύρων τῶν παραγενομένων τῷ δανείσματι· ἔπειτα περὶ τῶν ἄλλων ἐπιδείξομεν, οἷα ἐτοιχωρύχησαν οὗτοι περὶ τὸ δάνειον. λέγε τὴν συγγραφήν, εἶτα τὰς μαρτυρίας. ΣΥΓΓΡΑΦΗ.