Ancient Greek · ~2 min
Section 13
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 13
Not analysed yet
ὁ γὰρ Μειδυλίδης ἀδελφὸς ἦν τοῦ Ἀρχιάδου, τοῦ δὲ Μειδυλίδου θυγάτηρ ἡ τοῦ ἐμοῦ πατρὸς μήτηρ, ὥστε γίγνεται Ἀρχιάδης, ὑπὲρ οὗ τοῦ κλήρου τὴν ἐπιδικασίαν ποιούμεθα νυνί, θεῖος τῇ τοῦ πατρὸς τοῦ ἐμοῦ μητρὶ ἐκ πατραδέλφων, πρὸς ἀνδρῶν ἔχων τὴν συγγένειαν ταύτην καὶ οὐ πρὸς γυναικῶν. Λεώστρατος δʼ οὑτοσὶ γένει τε ἀπωτέρω ἐστὶν καὶ πρὸς γυναικῶν οἰκεῖος Ἀρχιάδῃ· ἡ γὰρ Λεωκράτους μήτηρ τοῦ τούτου πατρὸς ἀδελφιδῆ ἦν τῷ Ἀρχιάδῃ ἐκείνῳ καὶ τῷ Μειδυλίδῃ, ἀφʼ ὧν ἡμεῖς ὄντες ἀξιοῦμεν τῆς κληρονομίας τυχεῖν.