Ancient Greek · ~1 min
Section 30
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 30
Not analysed yet
πρῶτον μὲν οὖν, ὅτι τά τε περὶ τὰς ποιήσεις καὶ τὸ γένος τὸ τούτων ἀληθῆ εἰρήκαμεν, καὶ ἡ λουτροφόρος ἐφέστηκεν ἐπὶ τῷ τοῦ Ἀρχιάδου μνήματι, ταύτας ὑμῖν τὰς μαρτυρίας βουλόμεθʼ ἀναγνῶναι· ἔπειτʼ ἤδη καὶ τὰ λοιπὰ σαφῶς διδάξομεν ὑμᾶς, ὥστʼ ἐξελέγξαι τούτους τὰ ψευδῆ διαμεμαρτυρηκότας. καί μοι λαβὲ τὰς μαρτυρίας ἃς λέγω. ΜΑΡΤΥΡΙΑΙ.