Ancient Greek · ~2 min
Section 4
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 4
Not analysed yet
ὁ δὲ πατὴρ οὗτος (εἰρήσεται γάρ) ἅμα τῆς πενίας ἧς ὑμεῖς ἅπαντες ἴστε, καὶ τοῦ ἰδιώτης εἶναι φανερὰς ἔχων τὰς μαρτυρίας ἀγωνίζεται· διατελεῖ γὰρ ἐν Πειραιεῖ κηρύττων· τοῦτο δʼ ἐστὶν οὐ μόνον ἀπορίας ἀνθρωπίνης τεκμήριον, ἀλλὰ καὶ ἀσχολίας τῆς ἐπὶ τὸ πραγματεύεσθαι· ἀνάγκη γὰρ ἡμερεύειν ἐν τῇ ἀγορᾷ τὸν τοιοῦτον. ἃ δεῖ λογιζομένους ἐνθυμεῖσθαι ὅτι, εἰ μὴ τῷ δικαίῳ ἐπιστεύομεν, οὐκ ἄν ποτʼ εἰσήλθομεν εἰς ὑμᾶς.