Ancient Greek · ~1 min
Section 47
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 47
Not analysed yet
μετὰ δὲ ταῦτα αὐτὸς οὑτοσὶ Λεώστρατος πάλιν ἐγκαταλιπὼν υἱὸν ᾤχετο ἀπιὼν εἰς τὸν πατρῷον οἶκον· ὁ δʼ ἐγκαταλειφθεὶς ὑπὸ τούτου τελευταῖος ἁπάντων τῶν εἰσποιηθέντων τετελεύτηκεν ἄπαις, ὥστε γίγνεται ἔρημος ὁ οἶκος, καὶ ἐπανελήλυθεν ἡ κληρονομία πάλιν εἰς τοὺς ἐξ ἀρχῆς ἐγγύτατα γένους ὄντας.