Ancient Greek
Section 52
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 52
Not analysed yet
τὸ μετὰ ταῦτα τοίνυν πῶς οὐκ ἄτοπον καὶ δεινόν ἐστιν, ἅμα παρακαταβεβληκέναι τοῦ κλήρου πρὸς τῷ ἄρχοντι ὡς ὄντα αὐτὸν Ἀρχιάδου Λεώστρατον τουτονί, τὸν Ἐλευσίνιον τοῦ Ὀτρυνέως, διαμεμαρτυρηκέναι δʼ ἕτερον, ὡς αὐτοὶ ὁρᾶτε, φάσκοντα καὶ τοῦτον Ἀρχιάδου υἱὸν εἶναι; καὶ ποτέρῳ δεῖ προσέχειν ὑμῶν ὡς ἀληθῆ λέγοντι;