Ancient Greek · ~1 min
Section 55
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 55
Not analysed yet
νὴ Δίʼ, ἀλλʼ ἀκηκοὼς τοῦ αὑτοῦ πατρὸς διαμεμαρτύρηκεν. ὁ δέ γε νόμος ἀκοὴν τῶν τετελευτηκότων κελεύει διαμαρτυρεῖν, οὐ ζῶντος τοῦ πατρὸς τὰ ὑπʼ ἐκείνου πραχθέντα. ἐπεὶ κἀκεῖνο· διὰ τί ποτε Λεώστρατος οὑτοσὶ οὐχ αὑτόν, ἀλλὰ τοῦτον ἐπεγράψατο τῇ διαμαρτυρίᾳ; τὰ γὰρ πρεσβύτερα τῶν πραγμάτων τὸν πρεσβύτερον ἔδει διαμαρτυρεῖν. ὅτι νὴ Δίʼ, ἂν εἴποι, τοῦτον εἰσπεποίηκα υἱὸν τῷ Ἀρχιάδῃ.