Ancient Greek · ~1 min
Section 57
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 57
Not analysed yet
ὡς δὲ καὶ τῶν ἀγώνων ἀδικώτατοι καὶ πλείστης ὀργῆς ἄξιοι τοῖς ἀγωνιζομένοις αἱ διαμαρτυρίαι εἰσίν, μάλιστʼ ἄν τις ἐκεῖθεν καταμάθοι. πρῶτον μὲν γὰρ οὐκ ἀναγκαίως ἔχουσιν, ὥσπερ οἱ ἄλλοι, ἀλλʼ ἐκ προαιρέσεως καὶ βουλήσεως τῆς τοῦ διαμαρτυροῦντος γίγνονται. εἰ μὲν γὰρ ὑπὲρ τῶν διαμφισβητουμένων μὴ ἔστιν ἄλλον τρόπον δίκην λαβεῖν ἢ διαμαρτυρήσαντα, ἴσως ἀναγκαῖον τὸ διαμαρτυρεῖν·